Εθνικής Αντιστάσεως 2 και Β. Γεωργίου, 185 32, Πειραιάς, Τηλέφωνα: 210 41 77 271, Φαξ: 210 41 77 480, agiatriadapeiraios@yahoo.com

Ευαγγελικό ανάγνωσμα 30 Νοεμβρίου (Αποστόλου Ανδρέου)

᾽Ιω. α´ 36-52

Τῷ καιρῷ ἐκείνῳ, εἱστήκει ὁ ᾽Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. Καὶ ἐμβλέψας τῷ ᾽Ιησοῦ περιπατοῦντι, λέγει΄ ῎Ιδε ὁ ἀμνὸς τοῦ Θεοῦ. Καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ ᾽Ιησοῦ. Στραφεὶς δὲ ὁ ᾽Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς΄ Τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ, ῾Ραββί (ὃ λέγεται ἑρμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; Λέγει αὐτοῖς΄ ῎Ερχεσθε καὶ ἴδετε. Ἦλθον οὖν καὶ εἶδον ποῦ μένει΄ καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα δὲ ἦν ὡς δεκάτη. Ἦν ᾽Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾽Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ. Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ΄ Εὑρήκαμεν τὸν Μεσσίαν [ὅ ἐστιν μεθερμηνευόμενον,ὁ Χριστός]. Καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾽Ιησοῦν. Ἐμβλέψας δὲ  αὐτῷ ὁ ᾽Ιησοῦς εἶπε΄ Σὺ εἶ Σίμων, ὁ υἱὸς ᾽Ιωνᾶ· σὺ κληθήσῃ Κηφᾶς [ὃ ἑρμηνεύεται Πέτρος]. Τῇ ἐπαύριον ἠθέλησεν ὁ Ἰησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν΄ καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ΄ ᾽Ακολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδὰ, ἐκ τῆς πόλεως ᾽Ανδρέου καὶ Πέτρου. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ΄ Ὃν ἔγραψεν Μωσῆς ἐν τῷ νόμῳ καὶ οἱ Προφῆται εὑρήκαμεν, ᾽Ιησοῦν τὸν  υἱὸν τοῦ ᾽Ιωσὴφ, τὸν ἀπὸ Ναζαρέτ. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ΄ ᾽Εκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος΄ ῎Ερχου καὶ ἴδε. Εἶδεν ὁ ᾽Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ΄ ῎Ιδε ἀληθῶς ᾽Ισραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν. Λέγει αὐτῷ Ναθαναήλ΄ Πόθεν με γινώσκεις; Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ΄ Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε. Ἀπεκρίθη Ναθαναήλ καὶ λέγει αὐτῷ΄ ῾Ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ Βασιλεὺς τοῦ ᾽Ισραήλ. Ἀπεκρίθη ᾽Ιησοῦς καὶ εἶπεν αὐτῷ΄ Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς πιστεύεις; μείζω τούτων ὄψει. Καὶ λέγει αὐτῷ΄ ᾽Αμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου